Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.292 Joseph. AJ 6.296 (English) >>Joseph. AJ 6.300

6.295

Ἦν δέ τις τῶν Ζιφηνῶν ἐκ πόλεως Ἐμμᾶν πλούσιος καὶ πολυθρέμματος· τρισχιλίων μὲν γὰρ αὐτῷ ποίμνη προβάτων ἐνέμετο, χιλίων δʼ αἰγῶν. ταῦτα Δαυίδης ἀσινῆ τηρεῖν τε καὶ ἀβλαβῆ παρήγγελλε τοῖς σὺν αὐτῷ καὶ μήτε ὑπὸ ἐπιθυμίας μήτε ὑπὸ ἐνδείας μήτε ὑπὸ τῆς ἐρημίας καὶ τοῦ δύνασθαι λανθάνειν καταβλάπτειν, τούτων δʼ ἁπάντων ἐπάνω τίθεσθαι τὸ μηδένʼ ἀδικεῖν καὶ τὸ τῶν ἀλλοτρίων ἅπτεσθαι δεινὸν ἡγεῖσθαι καὶ πρόσαντες τῷ θεῷ. 6.296ταῦτα δʼ ἐδίδασκεν αὐτοὺς οἰόμενος ἀνθρώπῳ χαρίζεσθαι ἀγαθῷ καὶ ταύτης τυγχάνειν ἀξίῳ τῆς προνοίας. ἦν δὲ Νάβαλος, τοῦτο γὰρ εἶχεν ὄνομα, σκληρὸς καὶ πονηρὸς τοῖς ἐπιτηδεύμασιν ἐκ κυνικῆς ἀσκήσεως πεποιημένος τὸν βίον, γυναικὸς δʼ ἀγαθῆς καὶ σώφρονος καὶ τὸ εἶδος ὡραίας λελαχώς. 6.297πρὸς οὖν τὸν Νάβαλον τοῦτον καθʼ ὃν ἔκειρε τὰ πρόβατα καιρὸν πέμψας Δαυίδης ἄνδρας δέκα τῶν σὺν αὐτῷ διὰ τούτων αὐτὸν ἀσπάζεται καὶ συνεύχεται τοῦτο ποιεῖν ἐπʼ ἔτη πολλά· παρασχεῖν δὲ ἐξ ὧν δυνατός ἐστιν αὐτῷ παρεκάλει μαθόντα παρὰ τῶν ποιμένων, ὅτι μηδὲν αὐτοὺς ἠδίκησαν, ἀλλὰ φύλακες αὐτῶν τε καὶ τῶν ποιμνίων γεγόνασι πολὺν ἐν τῇ ἐρήμῳ διατρίβοντες ἤδη χρόνον· μετανοήσει δʼ οὐδὲν Δαυίδῃ παρασχόμενος. 6.298ταῦτα δὲ τῶν πεμφθέντων διακονησάντων πρὸς τὸν Νάβαλον ἀπανθρώπως σφόδρα καὶ σκληρῶς ἀπήντησεν· ἐρωτήσας γὰρ αὐτούς, τίς ἐστι Δαυίδης, ὡς τὸν υἱὸν ἤκουσεν Ἰεσσαίου, “νῦν ἄρα, εἶπε, μέγα φρονοῦσιν ἐφʼ αὑτοῖς οἱ δραπέται καὶ σεμνύνονται τοὺς δεσπότας καταλιπόντες.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.292 Joseph. AJ 6.296 (English) >>Joseph. AJ 6.300

Powered by PhiloLogic